Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 31.1 | Dem. 31.4 (English) | >>Dem. 31.7 |
31.2γενομένης δέ μοι τῆς δίκης πρὸς αὐτόν , ἰδὼν ὡς διάκεισθʼ ὑμεῖς πρὸς τοὺς λίαν ἀναιδῶς ἀδικοῦντας , ἔννους γίγνεται , καὶ δεινὰ πάσχειν ἡγήσατο δόξειν ἐμὲ τοσούτων χρημάτων ἀπεστερημένον , εἰ μηδʼ ὁτιοῦν ἕξοιμι τῶν Ἀφόβου λαβεῖν τοῦ τἄμʼ ἔχοντος , ἀλλʼ ὑπὸ τούτου κωλυόμενος φανερὸς γενήσομαι .
31.3καὶ τί ποιεῖ ; τοὺς ὅρους ἀπὸ τῆς οἰκίας ἀφαιρεῖ , καὶ τάλαντον μόνον εἶναι τὴν προῖκά φησιν , ἐν ᾧ τὸ χωρίον ἀποτετιμῆσθαι . καίτοι δῆλον ὅτι τοὺς ἐπὶ τῆς οἰκίας ὅρους εἰ δικαίως ἔθηκεν καὶ ὄντως ἀληθεῖς , δικαίως καὶ τοὺς ἐπὶ τοῦ χωρίου τέθηκεν · εἰ δʼ εὐθὺς ἀδικεῖν βουλόμενος ψευδεῖς ἔθηκεν ἐκείνους , εἰκὸς καὶ τούτους οὐκ ἀληθεῖς ὑπάρχειν .
31.4τοῦτο τοίνυν οὐκ ἐξ ὧν ἐγὼ δεδήλωκα λόγων δεῖ σκοπεῖν , ἀλλʼ ἐξ ὧν αὐτὸς οὗτος διεπράξατο · οὐδʼ ὑφʼ ἑνὸς γὰρ ἀναγκασθεὶς ἀνθρώπων αὐτὸς ἀνεῖλεν τοὺς ὅρους , ἔργῳ φανερὸν ποιήσας ὅτι ψεύδεται . καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω , τὸ μὲν χωρίον καὶ νῦν οὗτός φησιν ἀποτετιμῆσθαι ταλάντου , τὴν δʼ οἰκίαν ὡς προσωρίσατο δισχιλίων καὶ πάλιν τοὺς ὅρους ἀνεῖλεν γενομένης τῆς δίκης , τοὺς εἰδότας ὑμῖν μάρτυρας παρέξομαι . καί μοι λαβὲ τὴν μαρτυρίαν .δῆλον τοίνυν ὅτι δισχιλίων μὲν ὡρισμένος τὴν οἰκίαν , ταλάντου δὲ τὸ χωρίον , ὡς ὀγδοήκοντα μνᾶς δεδωκὼς ἔμελλεν ἀμφισβητήσειν . μεῖζον οὖν ἄν τι γένοιτο τεκμήριον ὑμῖν τοῦ μηδὲν ἀληθὲς νῦν λέγειν τοῦτον ἢ εἰ φανείη μὴ ταὐτὰ λέγων τοῖς ἐξ ἀρχῆς περὶ τῶν αὐτῶν ; ἐμοὶ μὲν γὰρ οὐδὲν ἂν δοκεῖ τούτου μεῖζον εὑρεθῆναι .
Μαρτυρία
31.5
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 31.1 | Dem. 31.4 (English) | >>Dem. 31.7 |